Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[304]
ἤν οὖν σωφρονῆτε, τῆς μὲν ταραχῆς παύσεσθε ταύτης, οὐχ οὕτω δ᾽ ὥσπερ νῦν οἱ μὲν τραχέως οἱ δ᾽ ὀλιγώρως διακείσεσθε πρὸς τὴν φιλοσοφίαν, ἀλλ᾽ ὑπολαβόντες κάλλιστον εἶναι καὶ σπουδαιότατον τῶν ἐπιτηδευμάτων τὴν τῆς ψυχῆς ἐπιμέλειαν, προτρέψετε τῶν νεωτέρων τοὺς βίον ἱκανὸν κεκτημένους καὶ σχολὴν ἄγειν δυναμένους ἐπὶ τὴν παιδείαν καὶ τὴν ἄσκησιν τὴν τοιαύτην,