previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

προήγαγεν εἰς τὸν πόλεμον τουτονί; πότερον ὡς τὰς σπονδὰς παρὰ φαῦλον ἐποιήσασθε ἄν; καὶ τίνες ὑμῶν ἀμείνους θεραπεύειν τὰ θεῖα; ἀλλ᾽ ὡς οὐδὲν ὑμῖν ἀπόχρη δύναιτ᾽ ἄν τις εἰπεῖν; ἀλλὰ ταῦτα Κορίνθιοι μὲν ἐβλασφήμουν, ὑμῖν δ᾽ οὐδεὶς ἀνθρώπων σύνοιδεν. εἶθ᾽ ὧν ἐξ ἀρχῆς ὑμῖν ὑπαρξάντων οὐκ ἄν ποτ᾽ ἤρασθε τὸν πόλεμον, εἰ νῦν ταῦτ᾽ ἔχειν ἔξεστιν, οὐχὶ παύσεσθε, ἀλλ᾽ ἄκοντες φάσκοντες πολεμῆσαι ἑκόντες οὐ τρέψεσθε πρὸς τὴν εἰρήνην; τίνος ἕνεκα; ὅτι νὴ Δία εὐτυχήσαμεν οἷα ἂν [p. 597] εὐξάμεθα; οὐκοῦν αὐτὸ δὴ τοῦτο καὶ βέλτιστόν ἐστιν. ἀπόλωλε μὲν γὰρ οὐδὲν ἡμῖν τῶν ὑπαρξάντων, προσγέγονε δ᾽ τοῦ νενικηκέναι δόξα, καὶ τὸ μηδ᾽ αὖθις εἶναί τινι θαρρούντως ἡμᾶς ἀδικῆσαι. ὥστ᾽ εἰ τότ᾽ ἐστέργομεν οἷς εἴχομεν, πῶς οὐ νῦν γε κἀκείνοις καὶ τοῖς προσυπάρξασι στέρξαι προσήκει; τοὺς δ᾽ ὑπερδιατεινομένους τουτουσὶ καὶ μέχρι παντὸς ἐπεξιέναι κελεύοντας ἐρωτᾶτε τίς ὑμῖν ἐγγυητὴς ἔσται τοσούτου πράγματος. οὐ γὰρ περὶ Σφακτηρίαν γε ἀεὶ πολεμήσομεν οὐδ᾽ ἐφ᾽ ἕτοιμα τοῖς στρατηγοῖς ἐξέσται πλεῖν οὐδ᾽ ἐκ προρρήσεως ἄγειν τοὺς πολεμίους, ἀλλ᾽ ἔστιν καὶ ἀγῶνος φανεῖται δεόμενα. καὶ εἰ μὲν αὐτοὶ ταῦτ᾽ ἐγγυᾶσθαι φήσουσι, μαινομένων λόγον, οὐχ ὑγιαινόντων ἐροῦσιν. ἔτι δ᾽ εἰ μὲν τούτοις ἔμελλεν κίνδυνος ἔσεσθαι μόνοις, ἀλλ᾽ οὐ σύμπασιν, ἦν ἄν τι τοῦτο: ὅτε δ᾽ οἱ πεισθέντες πρότεροι δώσομεν τὴν δίκην, τί τὸ κέρδος λαμβάνειν ὕστερον καὶ ζημιοῦσθαι μετὰ τούτων, ἐξὸν ὁμοῦ καὶ ἡμᾶς καὶ τούτους ἀσφαλεῖς εἶναι; ἀλλὰ μὴν εἴ γε μηδ᾽ ἂν οὗτοι φήσαιεν, ἔχοι δ᾽ ἐγγυήσασθαί τις, πῶς ὑμῖν καλῶς ἔχει ταῦτα πιστεῦσαι τούτοις ὑποσχέσθαι τῶν αἰσχρῶν εἶναι δοκεῖ; καὶ λόγῳ μόνον εἰπεῖν κουφότης, που βλακεία ταῦτ᾽ ἔργῳ πάντως θεῖναι γενησόμενα. τότε γὰρ χρὴ, κἂν ἄδηλον τὸ μέλλον, αἱρεῖσθαι κινδυνεύειν, ὅταν τὸ τὴν ἡσυχίαν ἄγειν φανερῶς χεῖρον . οἷον ὅθ᾽ ἡμῖν ἐπῄεσαν οἱ βάρβαροι, κινδυνεύειν ἔδει. διὰ τί; ὅτι δουλεύειν ἦν, εἰ μὴ τοῦτ᾽


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: