previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οἷοί τ᾽ ὦσιν ὑπηρετεῖν προθυμήσονται. θαυμάζω δ᾽ εἴ τις δέδοικε μὲν μὴ λύσωσι τὰς σπονδὰς, πολεμεῖν δ᾽ ἐξεπίτηδες αἱρεῖται καὶ μὴ λογίζεται τοὐναντίον βούλεται ποιῶν. ὅπως γὰρ ἀσφαλῶς γενήσονται πράττειν, οὐκ ἐξ ἀρχῆς γενέσθαι κωλύειν προσῆκεν. οἶμαι δ᾽ εἰ πανούργους καὶ σφόδρα ἀσφαλεῖς τις ἡγεῖται Λακεδαιμονίους, ὑπό γ᾽ αὐτῶν τῶν συμφορῶν πεπαιδευμένους ἔσεσθαι μαλακωτέρους: ὁρῶντες γὰρ ὡς οὐδὲ τὰ πρόσθεν αὐτοῖς εἰς καλὸν ἧκεν, εἰ μὴ ἑκόντες, ἀλλ᾽ ἄκοντες σωφρονήσουσι. δεξαίμην δ᾽ ἂν ἔγωγε καὶ δεύτερον αὐτῶν παρακινησάντων πολεμεῖν μᾶλλον νυνί. τότε μὲν γὰρ τὴν παρὰ τῶν θεῶν αὖ βοήθειαν προσυπάρξειν ἡγοῦμαι τῇ πόλει, νῦν δ᾽ οὐδὲν εἶναι τοσοῦτον ἀνθ᾽ ὅτου προσῆκε περαιτέρω τοῦ συνοίσοντος φιλονεικεῖν. ἐγὼ μὲν οὖν εἶπον βέλτιστα ἡγούμην. εὔχομαι δὲ δυοῖν θάτερον, καὶ ὑμῖν συνδοκεῖν, μετὰ τῶν ὑμῖν αὖ δοξάντων γενέσθαι τὴν τύχην.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: