This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
οὐκ ἀγνοεῖται δ᾽ ὑπὸ Θετταλῶν δεσπόζειν, ἀλλ᾽ οὐχ ἡγεῖσθαι τῶν συμμάχων προαιρούμενος, ὑποπτεύεται δ᾽ ὑπὸ Θηβαίων Νίκαιαν μὲν φρουρᾷ κατέχων, εἰς δὲ τὴν ἀμφικτυονίαν εἰσδεδυκώς, τὰς δὲ πρεσβείας τὰς ἐκ Πελοποννήσου πρὸς αὑτὸν ἄγων καὶ τὴν ἐκείνων συμμαχίαν παραιρούμενος: ὥστε τῶν αὐτῷ πρὸ τοῦ φίλων ὄντων τοὺς μὲν νῦν πολεμεῖν ἀκαταλλάκτως, τοὺς δὲ μηκέτι προθύμους εἶναι συναγωνιστάς, ἅπαντας δ᾽ ὑφορᾶσθαι καὶ διαβεβλῆσθαι πρὸς αὐτόν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.