This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
ἔτι δ᾽ αὐτὴν οὗτος τοῖς πολέμοις καὶ ταῖς στρατείαις καὶ πᾶσιν οἷς ἄν τις αὐτὸν μέγαν εἶναι νομίσειε, σφαλερωτέραν αὑτῷ πεποίηκεν. μὴ γὰρ οἴεσθ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς αὐτοῖς χαίρειν Φίλιππόν τε καὶ τοὺς ἀρχομένους, ἀλλ᾽ ἐννοεῖσθ᾽ ὡς ὁ μὲν ἐπιθυμεῖ δόξης, οἱ δ᾽ ἀσφαλείας, καὶ αὐτῷ μὲν οὐκ ἔστι τυχεῖν ταύτης ἀκινδύνως, οἱ δ᾽ οὐδὲν δέονται, καταλείποντες οἴκοι τέκνα, γονεῖς, γυναῖκας, φθείρεσθαι καὶ καθ᾽ ἑκάστην ἡμέραν κινδυνεύειν ὑπὲρ αὐτοῦ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.