previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἑτέραν προσθήσω μαρτυρίαν παρὰ τοῦ φιλοσόφου λαβών, ἐξ ἧς ἔτι μᾶλλον ἔσται φανερόν, ὅτι μετὰ τὸν [p. 276] πόλεμον τὸν συμβάντα τοῖς Ἀθηναίοις πρὸς Φίλιππον αἱ ῥητορικαὶ συνετάχθησαν ὑπ᾽ αὐτοῦ τέχναι, Δημοσθένους ἀκμάζοντος ἤδη κατὰ τὴν πολιτείαν καὶ πάντας εἰρηκότος τούς τε δημηγορικοὺς καὶ τοὺς δικανικοὺς λόγους, ὧν ὀλίγῳ πρότερον ἐμνήσθην. διεξιὼν γὰρ τοὺς τόπους τῶν ἐνθυμημάτων φιλόσοφος καὶ τὸν ἐκ τῆς αἰτίας τίθησι: παρέξομαι δὲ τὴν ἐκείνου λέξιν: “ἄλλος παρὰ τὸ ἀναίτιον ὡς αἴτιον, οἷον τῷ ἅμα μετὰ τοῦτο γεγονέναι. τὸ γὰρ μετὰ τοῦτο ὡς διὰ τοῦτο λαμβάνουσι, καὶ μάλιστα ἐν ταῖς πολιτείαις: ὡς Δημάδης τὴν Δημοσθένους πολιτείαν πάντων τῶν κακῶν αἰτίαν: μετ᾽ ἐκεῖνο γὰρ ... ”. ποίους οὖν Δημοσθένης κατεσκεύασεν ἀγῶνας ταῖς Ἀριστοτελείοις τέχναις ὁδηγοῖς χρησάμενος, εἰ πάντες οἱ δημόσιοι λόγοι, δι᾽ οὓς ἐπαινεῖταί τε καὶ θαυμάζεται, πρὸ τοῦ πολέμου γεγόνασιν, ὡς πρότερον ἐπέδειξα, πλὴν ἑνὸς τοῦ περὶ τοῦ στεφάνου; οὗτος γὰρ μόνος εἰς δικαστήριον εἰσελήλυθεν μετὰ τὸν πόλεμον ἐπ᾽ Ἀριστοφῶντος ἄρχοντος ὀγδόῳ μὲν ἐνιαυτῷ μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην, ἕκτῳ δὲ μετὰ τὴν Φιλίππου τελευτήν, καθ᾽ ὃν χρόνον Ἀλέξανδρος τὴν ἐν Αρβήλοις ἐνίκα μάχην. [p. 277] Εἰ δέ τις ἐρεῖ τῶν πρὸς ἅπαντα φιλονεικούντων, ὅτι τοῦτον ἴσως ἔγραψε τὸν λόγον ταῖς Ἀριστοτέλους ἐντετευχὼς τέχναις, τὸν κράτιστον ἁπάντων τῶν λόγων, πολλὰ πρὸς αὐτὸν εἰπεῖν ἔχων, ἵνα μὴ μακρότερος τοῦ δέοντος λόγος γένηταί μοι, καὶ τοῦτον ἐπιδείξειν ὑπισχνοῦμαι τὸν ἀγῶνα πρὸ τῶν Ἀριστοτέλους τεχνῶν ἐπιτετελεσμένον αὐτῷ χρησάμενος τῷ φιλοσόφῳ μάρτυρι. προθεὶς γὰρ τόπον ἐνθυμημάτων τὸν ἐκ τῶν πρὸς ἄλληλα, ταῦτα κατὰ λέξιν γράφει: “ἄλλος ἐκ τῶν πρὸς ἄλληλα: εἰ γὰρ θατέρῳ ὑπάρχει τὸ καλῶς δικαίως ποιῆσαι, θατέρῳ τὸ πεπονθέναι, καὶ εἰ κελεῦσαι, καὶ τὸ πεποιηκέναι: οἷον ὡς τελώνης Διομέδων: εἰ γὰρ μηδ᾽ ὑμῖν αἰσχρὸν τὸ πωλεῖν, οὐδὲ ἡμῖν τὸ ὠνεῖσθαι. καὶ εἰ τῷ πεπονθότι τὸ καλῶς καὶ δικαίως ὑπάρχει, τῷ πεπραγμένῳ ὑπάρξει καὶ τῷ ποιήσαντι ποιοῦντι. ἔστι δὲ τοῦτο παραλογίσασθαι: οὐ γὰρ εἰ δικαίως ἔπαθεν, ἅμα καὶ δικαίως ὑπὸ τούτου πέπονθε. διὸ δεῖ σκοπεῖν χωρίς, εἰ ἄξιος παθὼν [p. 278] παθεῖν καὶ ποιήσας ποιῆσαι, εἶτα χρῆσθαι ὁποτέρως ἂν ἁρμόττῃ. ἐνίοτε γὰρ διαφωνεῖ τὸ τοιοῦτον, ὥσπερ ἐν τῷ Ἀλκμαίωνι τῷ Θεοδέκτου ... καὶ οἷον περὶ Δημοσθένους δίκη καὶ τῶν ἀποκτεινάντων Νικάνορα.” τίς οὖν ἐστιν Δημοσθένους δίκη καὶ τῶν ἀποκτεινάντων Νικάνορα περὶ ἧς φιλόσοφος γέγραφεν, ἐν τὸ κυριώτατον τῆς ἀμφισβητήσεως κεφάλαιον ἦν ἐκ τοῦ πρὸς ἄλληλα τόπου; πρὸς Αἰσχίνην ὑπὲρ Κτησιφῶντος τοῦ παρασχόντος Δημοσθένει τὸ περὶ τοῦ στεφάνου ψήφισμα καὶ τὴν τῶν παρανόμων φεύγοντος γραφήν: ἐν ταύτῃ γὰρ τὸ ζητούμενον ἦν οὐ τὸ κοινόν, εἰ τιμῶν καὶ στεφάνων ἄξιος ἦν Δημοσθένης ἐπιδοὺς ἐκ τῶν ἰδίων κτημάτων τὴν εἰς τὰ τείχη δαπάνην, ἀλλ᾽ εἰ καθ᾽ ὃν χρόνον ὑπεύθυνος ἦν, κωλύοντος τοῦ νόμου τοὺς ὑπευθύνους στεφανοῦν. τὸ γὰρ ἐκ τῶν πρὸς ἄλληλα τοῦτ᾽ ἔστιν, εἰ ὥσπερ τῷ δήμῳ τὸ δοῦναι, οὕτως καὶ τῷ ὑπευθύνῳ τὸ λαβεῖν τὸν στέφανον ἐξῆν. ἐγὼ μὲν οὖν ταύτης οἴομαι τῆς δίκης μεμνῆσθαι τὸν Ἀριστοτέλη. εἰ δέ τις ἐρεῖ, ὅτι περὶ τῆς τῶν δώρων, ἣν ἐπ᾽ Ἀντικλέους ἄρχοντος ἀπελογήσατο περὶ τὴν Ἀλεξάνδρου τελευτήν, πολλῷ [p. 279] νεωτέρας ἔτι ποιήσει τὰς Ἀριστοτέλους τέχνας τῶν Δημοσθένους ἀγώνων. ἀλλὰ γὰρ ὅτι μὲν οὐχ ῥήτωρ παρὰ τοῦ φιλοσόφου τὰς τέχνας παρέλαβεν αἷς τοὺς θαυμαστοὺς ἐκείνους κατεσκεύασε λόγους, ἀλλὰ τοὐναντίον τὰ Δημοσθένους καὶ τὰ τῶν ἄλλων ῥητόρων ἔργα παραθέμενος Ἀριστοτέλης ταύτας ἔγραψε τὰς τέχνας, ἱκανῶς ἀποδεδεῖχθαι νομίζω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: