This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“οὐκ ἔστ᾽ ἔτυμος λόγος οὗτος,” ὦ φίλε Ἀμμαῖε, οὐδ᾽
ἐκ τῶν Ἀριστοτέλους τεχνῶν τῶν ὕστερον ἐξενεχθεισῶν
οἱ Δημοσθένους λόγοι συνετάχθησαν ἀλλὰ καθ᾽ ἑτέρας
τινὰς εἰσαγωγάς: ὑπὲρ ὧν ἐν ἰδίᾳ δηλώσω γραφῇ τὰ
δοκοῦντά μοι: πολὺς γὰρ ὁ περὶ αὐτῶν λόγος, ὃν οὐ
καλῶς εἶχεν ἑτέρας γραφῆς ποιῆσαι πάρεργον. ἐν δὲ
τῷ παρόντι τοῦτο πειράσομαι φανερὸν ποιῆσαι, ὅτι
Δημοσθένους ἀκμάζοντος ἤδη κατὰ τὴν πολιτείαν καὶ
τοὺς ἐπιφανεστάτους εἰρηκότος ἀγῶνας τούς τε δικανικοὺς
καὶ τοὺς δημηγορικοὺς καὶ θαυμαζομένου διὰ
πάσης τῆς Ἑλλάδος ἐπὶ δεινότητι λόγων τότε ὁ φιλόσοφος
[p. 260]
τὰς ῥητορικὰς ἔγραψε τέχνας. ἀνάγκη δ᾽ ἴσως
πρῶτον, ὡς παρέλαβον ἐκ τῶν κοινῶν ἱστοριῶν, ἃ
κατέλιπον ἡμῖν οἱ τοὺς βίους τῶν ἀνδρῶν συνταξάμενοι,
προειπεῖν. ποιήσομαι δὲ ἀπὸ Δημοσθένους τὴν
ἀρχήν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.