This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[29]
ἐγὼ μὲν γὰρ οὕτω κακῶς διετέθην, ὥσθ᾽ ὅσοι περ εἰσῆλθον τῶν φίλων, ἔφασαν δεδιέναι, μὴ κἀγὼ προσαπόλωμαι, καὶ συνεβούλευόν μοι φυλάττεσθαι, λέγοντες ὡς οἱ πλεῖστοι τῶν θεραπευσάντων ταύτην τὴν νόσον αὐτοὶ προσδιεφθάρησαν. πρὸς οὓς ἐγὼ τοιαῦτ᾽ ἀπεκρινάμην ὅτι πολὺ ἂν θᾶττον ἑλοίμην ἀποθανεῖν ἢ 'κεῖνον περιιδεῖν δι᾽ ἔνδειαν τοῦ θεραπεύσοντος πρὸ μοίρας τελευτήσαντα.