previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὧς φάτο λισσομένη: τῶν δ᾽ ὅντινα γουνάζοιτο,
ὅς μιν θαρσύνεσκεν ἐρητύων ἀχέουσαν.
1055σεῖον δ᾽ ἐγχείας εὐήκεας ἐν παλάμῃσιν,
φάσγανά τ᾽ ἐκ κολεῶν. οὐδὲ σχήσεσθαι ἀρωγῆς
ἔννεπον, εἴ κε δίκης ἀλιτήμονος ἀντιάσειεν.
στρευγομένοις δ᾽ ἀν᾽ ὅμιλον ἐπήλυθεν εὐνήτειρα
νὺξ ἔργων ἄνδρεσσι, κατευκήλησε δὲ πᾶσαν
1060γαῖαν ὁμῶς: τὴν δ᾽ οὔτι μίνυνθά περ εὔνασεν ὕπνος,
ἀλλά οἱ ἐν στέρνοις ἀχέων εἱλίσσετο θυμός.
οἷον ὅτε κλωστῆρα γυνὴ ταλαεργὸς ἑλίσσει
ἐννυχίη: τῇ δ᾽ ἀμφὶ κινύρεται ὀρφανὰ τέκνα
χηροσύνῃ πόσιος: σταλάει δ᾽ ὑπὸ δάκρυ παρειὰς
1065μνωομένης, οἵη μιν ἐπὶ σμυγερὴ λάβεν αἶσα:
ὧς τῆς ἰκμαίνοντο παρηίδες: ἐν δέ οἱ ἦτορ
ὀξείῃς εἰλεῖτο πεπαρμένον ἀμφ᾽ ὀδύνῃσιν.
τὼ δ᾽ ἔντοσθε δόμοιο κατὰ πτόλιν, ὡς τὸ πάροιθεν,
κρείων Ἀλκίνοος πολυπότνιά τ᾽ Ἀλκινόοιο
1070Ἀρήτη ἄλοχος, κούρης πέρι μητιάασκον
οἷσιν ἐνὶ λεχέεσσι διὰ κνέφας: οἷα δ᾽ ἀκοίτην
κουρίδιον θαλεροῖσι δάμαρ προσπτύσσετο μύθοις:
ναὶ φίλος, εἰ δ᾽ ἄγε μοι πολυκηδέα ῥύεο Κόλχων
παρθενικήν, Μινύῃσι φέρων χάριν. ἐγγύθι δ᾽ Ἄργος
1075ἡμετέρης νήσοιο καὶ ἀνέρες Αἱμονιῆες:
Αἰήτης δ᾽ οὔτ᾽ ἂρ ναίει σχεδόν, οὐδέ τι ἴδμεν
Αἰήτην, ἀλλ᾽ οἶον ἀκούομεν: ἥδε δὲ κούρη
αἰνοπαθὴς κατά μοι νόον ἔκλασεν ἀντιόωσα.
μή μιν, ἄναξ, Κόλχοισι πόροις ἐς πατρὸς ἄγεσθαι.
1080ἀάσθη, ὅτε πρῶτα βοῶν θελκτήρια δῶκεν
φάρμακά οἱ: σχεδόθεν δὲ κακῷ κακόν, οἷά τε πολλὰ
ῥέζομεν ἀμπλακίῃσιν, ἀκειομένη ὑπάλυξεν
πατρὸς ὑπερφιάλοιο βαρὺν χόλον. αὐτὰρ Ἰήσων,
ὡς ἀίω, μεγάλοισιν ἐνίσχεται ἐξ ἕθεν ὅρκοις,
1085κουριδίην θήσεσθαι ἐνὶ μεγάροισιν ἄκοιτιν,
τῶ, φίλε, μήτ᾽ οὖν αὐτὸν ἑκὼν ἐπίορκον ὀμόσσαι
θείης Αἰσονίδην, μήτ᾽ ἄσχετα σεῖο ἕκητι
παῖδα πατὴρ θυμῷ κεκοτηότι δηλήσαιτο.
λίην γὰρ δύσζηλοι ἑαῖς ἐπὶ παισὶ τοκῆες:
1090οἷα μὲν Ἀντιόπην εὐώπιδα μήσατο Νυκτεύς:
οἷα δὲ καὶ Δανάη πόντῳ ἔνι πήματ᾽ ἀνέτλη,
πατρὸς ἀτασθαλίῃσι: νέον γε μέν, οὐδ᾽ ἀποτηλοῦ,
ὑβριστὴς Ἔχετος γλήναις ἔνι χάλκεα κέντρα
πῆξε θυγατρὸς ἑῆς: στονόεντι δὲ κάρφεται οἴτῳ
1095ὀρφναίῃ ἐνὶ χαλκὸν ἀλετρεύουσα καλιῇ.’
ὧς ἔφατ᾽ ἀντομένη: τοῦ δὲ φρένες ἰαίνοντυ
ἧς ἀλόχου μύθοισιν, ἔπος δ᾽ ἐπὶ τοῖον ἔειπεν:
Ἀρήτη, καί κεν σὺν τεύχεσιν ἐξελάσαιμι
Κόλχους, ἡρώεσσι φέρων χάριν, εἵνεκα κούρης.
1100ἀλλὰ Διὸς δείδοικα δίκην ἰθεῖαν ἀτίσσαι.
οὐδὲ μὲν Αἰήτην ἀθεριζέμεν, ὡς ἀγορεύεις,
λώιον: οὐ γάρ τις βασιλεύτερος Αἰήταο.
καί κ᾽ ἐθέλων, ἕκαθέν περ, ἐφ᾽ Ἑλλάδι νεῖκος ἄγοιτο.
τῶ μ᾽ ἐπέοικε δίκην, ἥτις μετὰ πᾶσιν ἀρίστη
1105ἔσσεται ἀνθρώποισι, δικαζέμεν: οὐδέ σε κεύσω.
παρθενικὴν μὲν ἐοῦσαν ἑῷ ἀπὸ πατρὶ κομίσσαι
ἰθύνω: λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν
οὔ μιν ἑοῦ πόσιος νοσφίσσομαι: οὐδέ, γενέθλην
εἴ τιν᾽ ὑπὸ σπλάγχνοισι φέρει, δῄοισιν ὀπάσσω.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: