Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[56]
ἐμοὶ γάρ, ὦ ἄνδρες, τοῦδε τοῦ ἀγῶνος τοῦτ᾽ ἔστι μέγιστον, σωθέντι μὴ δοκεῖν κακῷ εἶναι, ἀλλὰ πρῶτον μὲν ὑμᾶς,1 εἶτα δὲ καὶ τοὺς ἄλλους ἅπαντας μαθεῖν ὅτι οὔτε μετὰ κακίας οὔτε μετ᾽ ἀνανδρίας οὐδεμιᾶς τῶν γεγενημένων πέπρακται ὑπ᾽ ἐμοῦ οὐδέν, ἀλλὰ διὰ συμφορὰν γεγενημένην μάλιστα μὲν τῇ πόλει, εἶτα δὲ2 καὶ ἡμῖν, εἶπον δὲ ἃ ἤκουσα Εὐφιλήτου προνοίᾳ μὲν τῶν συγγενῶν καὶ τῶν φίλων, προνοίᾳ δὲ τῆς πόλεως ἁπάσης, μετ᾽ ἀρετῆς ἀλλ᾽ οὐ μετὰ κακίας, ὡς ἐγὼ νομίζω. εἰ οὖν οὕτως ἔχει ταῦτα, σῴζεσθαί τε ἀξιῶ καὶ δοκεῖν ὑμῖν εἶναι μὴ κακός.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.