Κύκλωψ
ψεύδεσθ᾽: ἔγωγε τῷδε τοῦ Ῥαδαμάνθυος
μᾶλλον πέποιθα καὶ δικαιότερον λέγω.
275θέλω δ᾽ ἐρέσθαι: πόθεν ἐπλεύσατ᾽, ὦ ξένοι;
ποδαποί; τίς ὑμᾶς ἐξεπαίδευσεν πόλις;
Ὀδυσσεύς
Ἰθακήσιοι μὲν τὸ γένος, Ἰλίου δ᾽ ἄπο,
πέρσαντες ἄστυ, πνεύμασιν θαλασσίοις
σὴν γαῖαν ἐξωσθέντες ἥκομεν, Κύκλωψ.
Κύκλωψ
280ἦ τῆς κακίστης οἳ μετήλθεθ᾽ ἁρπαγὰς
Ἑλένης Σκαμάνδρου γείτον᾽ Ἰλίου πόλιν;
Ὀδυσσεύς
οὗτοι, πόνον τὸν δεινὸν ἐξηντληκότες.
Κύκλωψ
αἰσχρὸν στράτευμά γ᾽, οἵτινες μιᾶς χάριν
γυναικὸς ἐξεπλεύσατ᾽ ἐς γαῖαν Φρυγῶν.
Ὀδυσσεύς
285θεοῦ τὸ πρᾶγμα: μηδέν᾽ αἰτιῶ βροτῶν.
ἡμεῖς δέ σ᾽, ὦ θεοῦ ποντίου γενναῖε παῖ,
ἱκετεύομέν τε καὶ ψέγομεν ἐλευθέρως:
μὴ τλῇς πρὸς οἴκους σοὺς ἀφιγμένους φίλους
κτανεῖν βοράν τε δυσσεβῆ θέσθαι γνάθοις:
290οἳ τὸν σόν, ὦναξ, πατέρ᾽ ἔχειν ναῶν ἕδρας
ἐρρυσάμεσθα γῆς ἐν Ἑλλάδος μυχοῖς:
ἱερᾶς τ᾽ ἄθραυστος Ταινάρου μένει λιμὴν
Μαλέας τ᾽ ἄκρας κευθμῶνες ἥ τε Σουνίου
δίας Ἀθάνας σῶς ὑπάργυρος πέτρα
295†Γεραίστιοί τε καταφυγαί: τά θ᾽ Ἑλλάδος
δύσφρον᾽ ὀνείδη Φρυξὶν οὐκ ἐδώκαμεν.†
ὧν καὶ σὺ κοινοῖ: γῆς γὰρ Ἑλλάδος μυχοὺς
οἰκεῖς ὑπ᾽ Αἴτνῃ, τῇ πυριστάκτῳ πέτρᾳ.
νόμος δὲ θνητοῖς, εἰ λόγους ἀποστρέφῃ,
300ἱκέτας δέχεσθαι ποντίους ἐφθαρμένους
ξένιά τε δοῦναι καὶ πέπλους ἐπαρκέσαι:
<τούτων δίκαιόν σου τυχεῖν ἡμᾶς, ἄναξ,>1
οὐκ ἀμφὶ βουπόροισι πηχθέντας μέλη
ὀβελοῖσι νηδὺν καὶ γνάθον πλῆσαι σέθεν.
ἅλις δὲ Πριάμου γαῖ᾽ ἐχήρωσ᾽ Ἑλλάδα,
305πολλῶν νεκρῶν πιοῦσα δοριπετῆ φόνον,
ἀλόχους τ᾽ ἀνάνδρους γραῦς τ᾽ ἄπαιδας ὤλεσεν
πολιούς τε πατέρας. εἰ δὲ τοὺς λελειμμένους
σὺ συμπυρώσας δαῖτ᾽ ἀναλώσεις πικράν,
ποῖ τρέψεταί τις; ἀλλ᾽ ἐμοὶ πιθοῦ, Κύκλωψ:
310πάρες τὸ μάργον σῆς γνάθου, τὸ δ᾽ εὐσεβὲς
τῆς δυσσεβείας ἀνθελοῦ: πολλοῖσι γὰρ
κέρδη πονηρὰ ζημίαν ἠμείψατο.
Σιληνός
παραινέσαι σοι βούλομαι: τῶν γὰρ κρεῶν
μηδὲν λίπῃς τοῦδ᾽, ἤν τε τὴν γλῶσσαν δάκῃς,
315κομψὸς γενήσῃ καὶ λαλίστατος, Κύκλωψ.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
1 Versum composuit Kovacs.