Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Κύκλωψ
ὤμοι, κατηνθρακώμεθ᾽ ὀφθαλμοῦ σέλας.
Χορός
καλός γ᾽ ὁ παιάν: μέλπε μοι τόνδ᾽ αὖ, Κύκλωψ.
Κύκλωψ
665ὤμοι μάλ᾽, ὡς ὑβρίσμεθ᾽, ὡς ὀλώλαμεν.
ἀλλ᾽ οὔτι μὴ φύγητε τῆσδ᾽ ἔξω πέτρας
χαίροντες, οὐδὲν ὄντες: ἐν πύλαισι γὰρ
σταθεὶς φάραγγος τῆσδ᾽ ἐναρμόσω χέρας.
Χορός
τί χρῆμ᾽ ἀυτεῖς, ὦ Κύκλωψ;
Κύκλωψ
ἀπωλόμην.
Χορός
670αἰσχρός γε φαίνῃ.
Κύκλωψ
κἀπὶ τοῖσδέ γ᾽ ἄθλιος.
Χορός
μεθύων κατέπεσες ἐς μέσους τοὺς ἄνθρακας;
Κύκλωψ
Οὖτίς μ᾽ ἀπώλεσ᾽.
Χορός
οὐκ ἄρ᾽ οὐδείς <σ᾽> ἠδίκει.
Κύκλωψ
Οὖτίς με τυφλοῖ βλέφαρον.
Χορός
οὐκ ἄρ᾽ εἶ τυφλός.
Κύκλωψ
†ὡς δὴ σύ†.
Χορός
καὶ πῶς σ᾽ οὔτις ἂν θείη τυφλόν;
Κύκλωψ
675σκώπτεις. ὁ δ᾽ Οὖτις ποῦ 'στιν;
Χορός
οὐδαμοῦ, Κύκλωψ.
Κύκλωψ
ὁ ξένος ἵν᾽ ὀρθῶς ἐκμάθῃς μ᾽ ἀπώλεσεν,
ὁ μιαρός, ὅς μοι δοὺς τὸ πῶμα κατέκλυσεν.
Χορός
δεινὸς γὰρ οἷνος καὶ παλαίεσθαι βαρύς.
Κύκλωψ
πρὸς θεῶν, πεφεύγασ᾽ ἢ μένουσ᾽ ἔσω δόμων;
Χορός
680οὗτοι σιωπῇ τὴν πέτραν ἐπήλυγα
λαβόντες ἑστήκασι.
Κύκλωψ
ποτέρας τῆς χερός;
Χορός
ἐν δεξιᾷ σου.
Κύκλωψ
ποῦ;
Χορός
πρὸς αὐτῇ τῇ πέτρᾳ.
ἔχεις;
Κύκλωψ
κακόν γε πρὸς κακῷ: τὸ κρανίον
παίσας κατέαγα.
Χορός
καί σε διαφεύγουσί γε.
Κύκλωψ
685οὐ τῇδέ πῃ, τῇδ᾽ εἶπας;
Χορός
οὔ: ταύτῃ λέγω.
Κύκλωψ
πῇ γάρ;
Χορός
περιάγου κεῖσε, πρὸς τἀριστερά.
Κύκλωψ
οἴμοι γελῶμαι: κερτομεῖτέ μ᾽ ἐν κακοῖς.
Χορός
ἀλλ᾽ οὐκέτ᾽, ἀλλὰ πρόσθεν οὗτός ἐστι σοῦ.
Κύκλωψ
ὦ παγκάκιστε, ποῦ ποτ᾽ εἶ;
Ὀδυσσεύς
τηλοῦ σέθεν
690φυλακαῖσι φρουρῶ σῶμ᾽ Ὀδυσσέως τόδε.
Κύκλωψ
πῶς εἶπας; ὄνομα μεταβαλὼν καινὸν λέγεις.
Ὀδυσσεύς
ὅπερ μ᾽ ὁ φύσας ὠνόμαζ᾽ †Ὀδυσσέα†,
δώσειν δ᾽ ἔμελλες ἀνοσίου δαιτὸς δίκας:
κακῶς γὰρ ἂν Τροίαν γε διεπυρώσαμεν
695εἰ μή σ᾽ ἑταίρων φόνον ἐτιμωρησάμην.
Κύκλωψ
αἰαῖ: παλαιὸς χρησμὸς ἐκπεραίνεται:
τυφλὴν γὰρ ὄψιν ἐκ σέθεν σχήσειν μ᾽ ἔφη
Τροίας ἀφορμηθέντος. ἀλλὰ καὶ σέ τοι
δίκας ὑφέξειν ἀντὶ τῶνδ᾽ ἐθέσπισεν,
700πολὺν θαλάσσῃ χρόνον ἐναιωρούμενον.
Ὀδυσσεύς
κλαίειν σ᾽ ἄνωγα: καὶ δέδραχ᾽ ὅπερ λέγεις.
ἐγὼ δ᾽ ἐπ᾽ ἀκτὰς εἶμι καὶ νεὼς σκάφος
ἥσω 'πὶ πόντον Σικελὸν ἔς τ᾽ ἐμὴν πάτραν.
Κύκλωψ
οὐ δῆτ᾽, ἐπεί σε τῆσδ᾽ ἀπορρήξας πέτρας
705αὐτοῖσι συνναύταισι συντρίψω βαλών.
ἄνω δ᾽ ἐπ᾽ ὄχθον εἶμι, καίπερ ὢν τυφλός,
δι᾽ ἀμφιτρῆτος τῆσδε προσβαίνων ποδί.
Χορός
ἡμεῖς δὲ συνναῦταί γε τοῦδ᾽ Ὀδυσσέως
ὄντες τὸ λοιπὸν Βακχίῳ δουλεύσομεν.