520ἀλλ᾽ οὐδὲ μέντοι, τῶνδε μὲν τεθνηκότων,
αὐτὴ δὲ σωθεῖσ᾽, ἐλπίδ᾽ εὖ πράξειν ἔχω
(πολλοὶ γὰρ ἤδη τῇδε προύδοσαν φίλους):
τίς γὰρ κόρην ἔρημον ἢ δάμαρτ᾽ ἔχειν
ἢ παιδοποιεῖν ἐξ ἐμοῦ βουλήσεται;
525οὔκουν θανεῖν ἄμεινον ἢ τούτων τυχεῖν
ἀναξίαν; ἄλλῃ δὲ κἂν πρέποι τινὶ
μᾶλλον τάδ᾽, ἥτις μὴ 'πίσημος ὡς ἐγώ.
ἡγεῖσθ᾽ ὅπου δεῖ σῶμα κατθανεῖν τόδε
καὶ στεμματοῦτε καὶ †κατάρχεσθ᾽, εἰ δοκεῖ†:
530νικᾶτε δ᾽ ἐχθρούς: ἥδε γὰρ ψυχὴ πάρα
ἑκοῦσα κοὐκ ἄκουσα: κἀξαγγέλλομαι
θνῄσκειν ἀδελφῶν τῶνδε κἀμαυτῆς ὕπερ.
εὕρημα γάρ τοι μὴ φιλοψυχοῦσ᾽ ἐγὼ
κάλλιστον ηὕρηκ᾽, εὐκλεῶς λιπεῖν βίον.
Χορός
535φεῦ φεῦ, τί λέξω παρθένου μέγαν λόγον
κλύων, ἀδελφῶν ἣ πάρος θέλει θανεῖν;
τούτων τίς ἂν λέξειε γενναίους λόγους
μᾶλλον, τίς ἂν δράσειεν ἀνθρώπων ἔτι;
Ἰόλαος
ὦ τέκνον, οὐκ ἔστ᾽ ἄλλοθεν τὸ σὸν κάρα
540ἀλλ᾽ ἐξ ἐκείνου: σπέρμα τῆς θείας φρενὸς
πέφυκας Ἡράκλειον: οὐδ᾽ αἰσχύνομαι
τοῖς σοῖς λόγοισι, τῇ τύχῃ δ᾽ ἀλγύνομαι.
ἀλλ᾽ ᾗ γένοιτ᾽ ἂν ἐνδικωτέρως φράσω:
πάσας ἀδελφὰς δεῦρο χρὴ τὰς σὰς καλεῖν,
545κᾆθ᾽ ἡ λαχοῦσα θνῃσκέτω γένους ὕπερ:
σὲ δ᾽ οὐ δίκαιον κατθανεῖν ἄνευ πάλου.
Παρθένος
οὐκ ἂν θάνοιμι τῇ τύχῃ λαχοῦσ᾽ ἐγώ:
χάρις γὰρ οὐ πρόσεστι: μὴ λέξῃς, γέρον.
ἀλλ᾽, εἰ μὲν ἐνδέχεσθε καὶ βούλεσθέ μοι
550χρῆσθαι προθύμῳ, τὴν ἐμὴν ψυχὴν ἐγὼ
δίδωμ᾽ ἑκοῦσα τοῖσδ᾽, ἀναγκασθεῖσα δ᾽ οὔ.
Ἰόλαος
φεῦ:
ὅδ᾽ αὖ λόγος σοι τοῦ πρὶν εὐγενέστερος:
κἀκεῖνος ἦν ἄριστος: ἀλλ᾽ ὑπερφέρεις
555τόλμῃ τε τόλμαν καὶ λόγῳ χρηστῷ λόγον.
οὐ μὴν κελεύω γ᾽ οὐδ᾽ ἀπεννέπω, τέκνον,
θνῄσκειν σ᾽: ἀδελφοὺς <δ᾽> ὠφελεῖς θανοῦσα σούς.
Παρθένος
σοφῶς σε λύεις: μὴ τρέσῃς μιάσματος
τοὐμοῦ μετασχεῖν, ἀλλ᾽ ἐλευθερῶ σ᾽ <ἐγώ> [θάνω].
560ἕπου δέ, πρέσβυ (σῇ γὰρ ἐνθανεῖν χερὶ
θέλω), πέπλοις δὲ σῶμ᾽ ἐμὸν κρύψον παρών:
ἕπου (σφαγῆς γὰρ πρὸς τὸ δεινὸν εἶμ᾽ ἐγώ),
εἴπερ πέφυκα πατρὸς οὗπερ εὔχομαι.
Ἰόλαος
οὐκ ἂν δυναίμην σῷ παρεστάναι μόρῳ.
Παρθένος
565σὺ δ᾽ ἀλλὰ τοῦδε χρῇζε, μή μ᾽ ἐν ἀρσένων
ἀλλ᾽ ἐν γυναικῶν χερσὶν ἐκπνεῦσαι βίον.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics