Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Θεράπων
630ὦ τέκνα, χαίρετ᾽: Ἰόλεως δὲ ποῦ γέρων
μήτηρ τε πατρὸς τῆσδ᾽ ἕδρας ἀποστατεῖ;
Ἰόλαος
πάρεσμεν, οἵα δή γ᾽ ἐμοῦ παρουσία.
Θεράπων
τί χρῆμα κεῖσαι καὶ κατηφὲς ὄμμ᾽ ἔχεις;
Ἰόλαος
φροντίς τις ἦλθ᾽ οἰκεῖος, ᾗ συνειχόμην.
Θεράπων
635ἔπαιρέ νυν σεαυτόν, ὄρθωσον κάρα.
Ἰόλαος
γέροντές ἐσμεν κοὐδαμῶς ἐρρώμεθα.
Θεράπων
ἥκω γε μέντοι χάρμα σοι φέρων μέγα.
Ἰόλαος
τίς δ᾽ εἶ σύ; ποῦ σοι συντυχὼν ἀμνημονῶ;
Θεράπων
Ὕλλου πενέστης: οὔ με γιγνώσκεις ὁρῶν;
Ἰόλαος
640ὦ φίλταθ᾽, ἥκετ᾽ ἆρα σῷ κἄτερ βλάβης;
Θεράπων
μάλιστα: καὶ πρός γ᾽ εὐτυχεῖς τὰ νῦν τάδε.
Ἰόλαος
ὦ μῆτερ ἐσθλοῦ παιδός, Ἀλκμήνην λέγω,
ἔξελθ᾽, ἄκουσον τοῦδε φιλτάτους λόγους.
πάλαι γὰρ ὠδίνουσα τῶν ἀφιγμένων
645ψυχὴν ἐτήκου νόστος εἰ γενήσεται.
Ἀλκμήνη
τί χρῆμ᾽ ἀϋτῆς πᾶν τόδ᾽ ἐπλήσθη στέγος,
Ἰόλαε; μῶν τίς σ᾽ αὖ βιάζεται παρὼν
κῆρυξ ἀπ᾽ Ἄργους; ἀσθενὴς μὲν ἥ γ᾽ ἐμὴ
ῥώμη, τοσόνδε δ᾽ εἰδέναι σε χρή, ξένε,
650οὐκ ἔστ᾽ ἄγειν σε τούσδ᾽ ἐμοῦ ζώσης ποτέ.
ἦ τἄρ᾽ ἐκείνου μὴ νομιζοίμην ἐγὼ
μήτηρ ἔτ᾽: εἰ δὲ τῶνδε προσθίξῃ χερί,
δυοῖν γερόντοιν οὐ καλῶς ἀγωνιῇ.
Ἰόλαος
θάρσει, γεραιά, μὴ τρέσῃς: οὐκ Ἀργόθεν
655κῆρυξ ἀφῖκται πολεμίους λόγους ἔχων.
Ἀλκμήνη
τί γὰρ βοὴν ἔστησας ἄγγελον φόβου;
Ἰόλαος
σὺ πρόσθε ναοῦ τοῦδ᾽ ὅπως βαίης πέλας.
Ἀλκμήνη
οὐκ ἴσμεν ἡμεῖς ταῦτα: τίς γάρ ἐσθ᾽ ὅδε;
Ἰόλαος
ἥκοντα παῖδα παιδὸς ἀγγέλλει σέθεν.