Click on a word to bring up parses, dictionary entries, and frequency statistics
950διπλοῦς δ᾽ ὀπαδοῖς ἦν γέλως φόβος θ᾽ ὁμοῦ.
καί τις τόδ᾽ εἶπεν, ἄλλος εἰς ἄλλον δρακών:
Παίζει πρὸς ἡμᾶς δεσπότης ἢ μαίνεται;
ὁ δ᾽ εἷρπ᾽ ἄνω τε καὶ κάτω κατὰ στέγας,
μέσον δ᾽ ἐς ἀνδρῶν᾽ ἐσπεσὼν Νίσου πόλιν
955ἥκειν ἔφασκε: δωμάτων τ᾽ ἔσω βεβώς,
κλιθεὶς ἐς οὖδας, ὡς ἔχει, σκευάζεται
θοίνην. διελθὼν δ᾽ ὡς βραχὺν χρόνον μονῆς
Ἰσθμοῦ ναπαίας ἔλεγε προσβαίνειν πλάκας.
κἀνταῦθα γυμνὸν σῶμα θεὶς πορπαμάτων,
960πρὸς οὐδέν᾽ ἡμιλλᾶτο κἀκηρύσσετο
αὐτὸς πρὸς αὑτοῦ καλλίνικος οὐδενός,
ἀκοὴν ὑπειπών. δεινὰ δ᾽ Εὐρυσθεῖ βρέμων
ἦν ἐν Μυκήναις τῷ λόγῳ. πατὴρ δέ νιν
θιγὼν κραταιᾶς χειρὸς ἐννέπει τάδε:
965Ὦ παῖ, τί πάσχεις; τίς ὁ τρόπος ξενώσεως
τῆσδ᾽; οὔ τί που φόνος σ᾽ ἐβάκχευσεν νεκρῶν,
οὓς ἄρτι καίνεις; ὁ δέ νιν Εὐρυσθέως δοκῶν
πατέρα προταρβοῦνθ᾽ ἱκέσιον ψαύειν χερός,
ὠθεῖ, φαρέτραν δ᾽ εὐτρεπῆ σκευάζεται
970καὶ τόξ᾽ ἑαυτοῦ παισί, τοὺς Εὐρυσθέως
δοκῶν φονεύειν. οἳ δὲ ταρβοῦντες φόβῳ
ὤρουον ἄλλος ἄλλοσ᾽, ἐς πέπλους ὁ μὲν
μητρὸς ταλαίνης, ὁ δ᾽ ὑπὸ κίονος σκιάν,
ἄλλος δὲ βωμὸν ὄρνις ὣς ἔπτηξ᾽ ὕπο.
975βοᾷ δὲ μήτηρ: Ὦ τεκών, τί δρᾷς; τέκνα
κτείνεις; βοᾷ δὲ πρέσβυς οἰκετῶν τ᾽ ὄχλος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.