previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἶρις

855μὴ σὺ νουθέτει τά θ᾽ Ἥρας κἀμὰ μηχανήματα.


Λύσσα

ἐς τὸ λῷον ἐμβιβάζω σ᾽ ἴχνος ἀντὶ τοῦ κακοῦ.


Ἶρις

οὐχὶ σωφρονεῖν γ᾽ ἔπεμψε δεῦρό σ᾽ Διὸς δάμαρ.


Λύσσα

Ἥλιον μαρτυρόμεσθα δρῶσ᾽ δρᾶν οὐ βούλομαι.
εἰ δὲ δή μ᾽ Ἥρᾳ θ᾽ ὑπουργεῖν σοί τ᾽ ἀναγκαίως ἔχει
860τάχος ἐπιρροίβδην θ᾽ ὁμαρτεῖν ὡς κυνηγέτῃ κύνας,
εἶμί γ᾽: οὔτε πόντος οὕτως κύμασιν στένων λάβρως
οὔτε γῆς σεισμὸς κεραυνοῦ τ᾽ οἶστρος ὠδῖνας πνέων,
οἷ᾽ ἐγὼ στάδια δραμοῦμαι στέρνον εἰς Ἡρακλέους:
καὶ καταρρήξω μέλαθρα καὶ δόμους ἐπεμβαλῶ,
865τέκν᾽ ἀποκτείνασα πρῶτον: δὲ κανὼν οὐκ εἴσεται
παῖδας οὓς ἔτικτ᾽ ἐναίρων, πρὶν ἂν ἐμὰς λύσσας ἀφῇ.
ἢν ἰδού: καὶ δὴ τινάσσει κρᾶτα βαλβίδων ἄπο
καὶ διαστρόφους ἑλίσσει σῖγα γοργωποὺς κόρας.
ἀμπνοὰς δ᾽ οὐ σωφρονίζει, ταῦρος ὣς ἐς ἐμβολὴν
870δεινός: μυκᾶταιδὲ Κῆρας ἀνακαλῶν τὰς Ταρτάρου.
τάχα σ᾽ ἐγὼ μᾶλλον χορεύσω καὶ καταυλήσω φόβῳ.
στεῖχ᾽ ἐς Οὔλυμπον πεδαίρουσ᾽, Ἶρι, γενναῖον πόδα:
ἐς δόμους δ᾽ ἡμεῖς ἄφαντοι δυσόμεσθ᾽ Ἡρακλέους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: