previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



δ᾽ ἐξελίσσων παῖδα κίονος κύκλῳ,
τόρνευμα δεινὸν ποδός, ἐναντίον σταθεὶς
βάλλει πρὸς ἧπαρ: ὕπτιος δὲ λαΐνους
980ὀρθοστάτας ἔδευσεν ἐκπνέων βίον.
δ᾽ ἠλάλαξε κἀπεκόμπασεν τάδε:
Εἷς μὲν νεοσσὸς ὅδε θανὼν Εὐρυσθέως
ἔχθραν πατρῴαν ἐκτίνων πέπτωκέ μοι.
ἄλλῳ δ᾽ ἐπεῖχε τόξ᾽, ὃς ἀμφὶ βωμίαν
985ἔπτηξε κρηπῖδ᾽ ὡς λεληθέναι δοκῶν.
φθάνει δ᾽ τλήμων γόνασι προσπεσὼν πατρός,
καὶ πρὸς γένειον χεῖρα καὶ δέρην βαλών,
φίλτατ᾽, αὐδᾷ, μή μ᾽ ἀποκτείνῃς, πάτερ:
σός εἰμι, σὸς παῖς: οὐ τὸν Εὐρυσθέως ὀλεῖς.
990 δ᾽ ἀγριωπὸν ὄμμα Γοργόνος στρέφων,
ὡς ἐντὸς ἔστη παῖς λυγροῦ τοξεύματος,
μυδροκτύπον μίμημ᾽, ὑπὲρ κάρα βαλὼν
ξύλον καθῆκε παιδὸς ἐς ξανθὸν κάρα,
ἔρρηξε δ᾽ ὀστᾶ. δεύτερον δὲ παῖδ᾽ ἑλών,
995χωρεῖ τρίτον θῦμ᾽ ὡς ἐπισφάξων δυοῖν.
ἀλλὰ φθάνει νιν τάλαιν᾽ ἔσω δόμων
μήτηρ ὑπεκλαβοῦσα, καὶ κλῄει πύλας.
δ᾽ ὡς ἐπ᾽ αὐτοῖς δὴ Κυκλωπίοισιν ὢν
σκάπτει μοχλεύει θύρετρα, κἀκβαλὼν σταθμὰ
1000δάμαρτα καὶ παῖδ᾽ ἑνὶ κατέστρωσεν βέλει.
κἀνθένδε πρὸς γέροντος ἱππεύει φόνον:
ἀλλ᾽ ἦλθεν εἰκών, ὡς ὁρᾶν ἐφαίνετο,
Παλλὰς κραδαίνουσ᾽ ἔγχοςἐπὶ λόφῳ κέαρ †,
κἄρριψε πέτρον στέρνον εἰς Ἡρακλέους,
1005ὅς νιν φόνου μαργῶντος ἔσχε, κεἰς ὕπνον
καθῆκε: πίτνει δ᾽ ἐς πέδον, πρὸς κίονα
νῶτον πατάξας, ὃς πεσήμασι στέγης
διχορραγὴς ἔκειτο κρηπίδων ἔπι.
1010ἡμεῖς δ᾽ ἐλευθεροῦντες ἐκ δρασμῶν πόδα
σὺν τῷ γέροντι δεσμὰ σειραίων βρόχων
ἀνήπτομεν πρὸς κίον᾽, ὡς λήξας ὕπνου
μηδὲν προσεργάσαιτο τοῖς δεδραμένοις.
εὕδει δ᾽ τλήμων ὕπνον οὐκ εὐδαίμονα,
παῖδας φονεύσας καὶ δάμαρτ᾽. ἐγὼ μὲν οὖν
1015οὐκ οἶδα θνητῶν ὅστις ἀθλιώτερος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: