previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

γενόμενος δὲ γονέων παντάπασιν ἀδόξων, αὐτουργῶν δὲ καὶ πενήτων, πατρὸς μὲν ὁμωνύμου, μητρὸς δὲ Φουλκινίας, ὀψέ ποτε πόλιν εἶδε καὶ [p. 468] τῶν ἐν πόλει διατριβῶν ἐγεύσατο, τὸν δὲ ἄλλον χρόνον ἐν κώμῃ Κιρραιάτωνι τῆς Ἀρπίνης δίαιταν εἶχε, πρὸς μὲν ἀστεῖον καὶ γλαφυρὸν βίον ἀγροικοτέραν, σώφρονα δὲ καὶ ταῖς πάλαιῬωμαίων τροφαῖς ἐοικυῖαν. [2] πρώτην δὲ στρατείαν στρατευσάμενος ἐπὶ Κελτίβηρας, ὅτε Σκηπίων Ἀφρικανὸς Νομαντίαν ἐπολιόρκει, τὸν στρατηγὸν οὐκ ἐλάνθανεν ἀνδρείᾳ τῶν ἄλλων νέων διαφέρων καὶ τὴν μεταβολὴν τῆς διαίτης, ἣν ὑπὸ τρυφῆς καὶ πολυτελείας διεφθαρμένοις ἐπῆγε τοῖς στρατεύμασιν Σκηπίων, εὐκολώτατα προσδεχόμενος. λέγεται δὲ καὶ πολέμιον ἄνδρα συστὰς καταβαλεῖν ἐν ὄψει τοῦ στρατηγοῦ, [3] διὸ ταῖς τε ἄλλαις προήγετο τιμαῖς ὑπ᾽ αὐτοῦ, καί ποτε λόγου μετὰ δεῖπνον ἐμπεσόντος ὑπὲρ στρατηγῶν, καὶ τῶν παρόντων ἑνὸς εἴτε ἀληθῶς διαπορήσαντος εἴτε πρὸς ἡδονὴν ἐρομένου τὸν Σκηπίωνα τίνα δὴ τοιοῦτον ἕξει μετ᾽ ἐκεῖνον ἡγεμόνα καὶ προστάτην Ῥωμαίων δῆμος, ὑπερκατακειμένου τοῦ Μαρίου τῇ χειρὶ τὸν ὦμον ἠρέμα πατάξας Σκηπίων, ‘τάχα δὲ τοῦτον,’ εἶπεν. οὕτως εὐφυὴς ἦν μὲν ἐκ μειρακίου φανῆναι μέγας, δὲ ἀπὸ τῆς ἀρχῆς τὸ τέλος νοῆσαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: