previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

18. ἐκ τούτου πρῶτον ἀνεφώνησε τὸ πλῆθος Ἀντίγονον καὶ Δημήτριον βασιλέας. Ἀντίγονον μὲν οὖν εὐθὺς ἀνέδησαν οἱ φίλοι, Δημητρίῳ δὲ πατὴρ ἔπεμψε διάδημα καὶ γράφων ἐπιστολὴν βασιλέα προσεῖπεν. οἱ δ᾽ ἐν Αἰγύπτῳ τούτων ἀπαγγελλομένων καὶ αὐτοὶ βασιλέα τὸν Πτολεμαῖον ἀνηγόρευσαν, ὡς μὴ δοκεῖν τοῦ φρονήματος ὑφίεσθαι διὰ τὴν ἧτταν. [2] ἐπενείματο δὲ οὕτως τὸ πρᾶγμα τῷ ζήλῳ τοὺς διαδόχους. καὶ γὰρ Λυσίμαχος ἤρξατο φορεῖν διάδημα, καὶ Σέλευκος ἐντυγχάνων τοῖς Ἕλλησιν, ἐπεὶ τοῖς γε βαρβάροις πρότερον οὗτος ὡς βασιλεὺς ἐχρημάτιζε. Κάσανδρος δέ, τῶν ἄλλων αὐτὸν βασιλέα καὶ γραφόντων καὶ καλούντων, αὐτός, ὥσπερ πρότερον εἰώθει, τὰς ἐπιστολὰς ἔγραφε.

[3] τοῦτο δὲ οὐ προσθήκην ὀνόματος καὶ σχήματος ἐξαλλαγὴν εἶχε μόνον, ἀλλὰ καὶ τὰ φρονήματα τῶν ἀνδρῶν ἐκίνησε καὶ τὰς γνώμας ἐπῆρε καὶ τοῖς βίοις καὶ ταῖς ὁμιλίαις αὐτῶν ὄγκον ἐνεποίησε καὶ βαρύτητα, καθ άπερ τραγικῶν ὑποκριτῶν ἅμα τῇ σκενῇ συμμεταβαλλόντων καὶ βάδισμα καὶ φωνὴν καὶ κατάκλισιν καὶ προσαγόρευσιν. [4] ἐκ δὲ τούτων ἐγένοντο καὶ περὶ τὰς δικαιώσεις βιαιότεροι, τὴν εἰς πολλὰ παρέχουσαν αὐτοὺς ἐλαφροτέρους καὶ μαλακωτέρους τοῖς ὑπηκόοις πρότερον εἰρωνείαν τῆς ἐξουσίας ἀφελόντες. τοσοῦτον ἴσχυσε κόλακος φωνὴ μία καὶ τοσαύτης ἐνέπλησε τὴν οἰκουμένην μεταβολῆς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: