This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[11]
μετὰ δὲ ταῦτ᾽, ὦ ἄνδρες δικασταί, ἀφικνοῦνταί μοι οἱ ἀπαγγέλλοντες ὅτι ὁ πατὴρ ἀφεῖται, καὶ Σατύρῳ οὕτως ἁπάντων μεταμέλει τῶν πεπραγμένων, ὥστε πίστεις τὰς μεγίστας αὐτῷ δεδωκὼς εἴη, καὶ τὴν ἀρχὴν ἔτι μείζω πεποιηκὼς ἧς εἶχε πρότερον, καὶ τὴν ἀδελφὴν τὴν ἐμὴν εἰληφὼς γυναῖκα τῷ αὑτοῦ υἱεῖ. πυθόμενος δὲ ταῦτα Πασίων καὶ εἰδὼς ὅτι φανερῶς ἤδη πράξω περὶ τῶν ἐμαυτοῦ, ἀφανίζει Κίττον τὸν παῖδα, ὃς συνῄδει περὶ τῶν χρημάτων.