[14]
Πασίων δ᾽ εἰς τοῦτο τόλμης ἀφίκεθ᾽ ὥστ᾽ ἀφῃρεῖτ᾽ αὐτὸν ὡς ἐλεύθερον ὄντα, καὶ οὐκ ᾐσχύνετ᾽ οὐδ᾽ ἐδεδοίκει, ὃν ἔφασκεν ὑφ᾽ ἡμῶν ἠνδραποδίσθαι καὶ παρ᾽ οὗ τοσαῦτα χρήμαθ᾽ ἡμᾶς ἔχειν, τοῦτον ἐξαιρούμενος εἰς ἐλευθερίαν καὶ κωλύων βασανίζεσθαι. ὃ δὲ πάντων δεινότατον: κατεγγυῶντος γὰρ Μενεξένου πρὸς τὸν πολέμαρχον τὸν παῖδα, Πασίων αὐτὸν ἑπτὰ ταλάντων διηγγυήσατο.καί μοι τούτων ἀνάβητε μάρτυρες.“
”
This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics