This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[33]
ὅτι μὲν τοίνυν συνθήκας δ᾽ ἐποιησάμεθ᾽ οὐχ ὡς Πασίων ἐπιχειρήσει λέγειν, ἀλλ᾽ ὡς ἐγὼ πρὸς ὑμᾶς εἴρηκα, ἱκανῶς ἐπιδεδεῖχθαι νομίζω. οὐκ ἄξιον δὲ θαυμάζειν, ὦ ἄνδρες δικασταί, εἰ τὸ γραμματεῖον διέφθειρεν, οὐ μόνον διὰ τοῦτο, ὅτι πολλὰ τοιαῦτ᾽ ἤδη γέγονεν, ἀλλ᾽ ὅτι καὶ τῶν χρωμένων τινὲς Πασίωνι πολὺ δεινότερα τούτων πεποιήκασι. Πυθόδωρον γὰρ τὸν σκηνίτην καλούμενον, ὃς ὑπὲρ Πασίωνος ἅπαντα καὶ λέγει καὶ πράττει, τίς οὐκ οἶδεν ὑμῶν πέρυσιν ἀνοίξαντα τὰς ὑδρίας καὶ τοὺς κριτὰς ἐξελόντα τοὺς ὑπὸ τῆς βουλῆς εἰσβληθέντας;