[37]
ἐρωτῶντος γὰρ Στρατοκλέους, ὅστις αὐτῷ ἀποδώσει τὰ χρήματα, ἐὰν ὁ πατὴρ οὑμὸς μὴ ποιήσῃ τὰ ἐπεσταλμένα, αὐτὸς δ᾽ ἐκπλεύσας ἐνθάδ᾽ ἐμὲ μὴ καταλάβῃ, Πασίων᾽ αὐτῷ συνέστησα, καὶ ὡμολόγησεν οὗτος αὐτῷ καὶ τὸ ἀρχαῖον καὶ τοὺς τόκους τοὺς γιγνομένους ἀποδώσειν. δώσειν. καίτοι εἰ μηδὲν ἔκειτο παρ᾽ αὐτῷ τῶν ἐμῶν, οἴεσθ᾽ ἄν αὐτὸν οὕτω ῥᾳδίως τοσούτων χρημάτων ἐγγυητήν μου γενέσθαι;καί μοι ἀνάβητε, μάρτυρες.“
”
This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics