This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
πυνθανόμενος δὲ καὶ περὶ τῆσδε τῆς πόλεως καὶ περὶ τῆς ἄλλης Ἑλλάδος ἐπεθύμησ᾽ ἀποδημῆσαι. γεμίσας οὖς ὁ πατήρ μου δύο ναῦς σίτου καὶ χρήματα δοὺς ἐξέπεμψεν ἅμα κατ᾽ ἐμπορίαν καὶ κατὰ θεωρίαν: συστήσαντος δέ μοι Πυθοδώρου τοῦ Φοίνικος Πασιωνα ἐχρώμην τῇ τούτου τραπέζῃ.