This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
τοὐναντίον δὲ πέπονθα τοῖς πλείστοις τῶν ἀνθρώπων. τοὺς μὲν γὰρ ἄλλους ὁρῶ χαλεπῶς φέροντας, ὅταν ἀδίκως περί τινος κινδυνεύωσιν, ἐγὼ δ᾽ ὀλίγου δέω χάριν ἔχειν τούτοις, ὅτι μ᾽ εἰς τουτονὶ τὸν ἀγῶνα κατέστησαν. ἀκρίτου μὲν γὰρ ὄντος τοῦ πράγματος οὐκ ἂν ἠπίστασθ᾽ ὁποῖός τις γεγενημένος περὶ τὸν τετελευτηκότα κληρονόμος εἰμὶ τῶν ἐκείνου: πυθόμενοι δὲ τὰ πραχθέντα πάντες εἴσεσθ᾽ ὅτι δικαίως ἂν καὶ μείζονος ἢ τοσαύτης δωρεᾶς ἠξιώθην.