This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[110]
ὥσθ᾽ ἡμᾶς μὲν ἀπ᾽ ἐκείνης τῆς ἡμέρας θύειν αὐτῇ καθ᾽ ἕκαστον τὸν ἐνιαυτὸν ὡς οὐδεμιᾶς ἄλλης οὕτω τῇ πόλει συνενεγκούσης, Λακεδαιμονίων δὲ μετ᾽ ἐκεῖνον τὸν χρόνον μηδ᾽ ὑφ᾽ ἑνὸς ἑωρᾶσθαι μήτε ναυτικὸν ἐντὸς Μαλέας περιπλέον μήτε πεζὸν στρατόπεδον διὰ τοῦ Ἰσθμοῦ πορευόμενον, ὅπερ αὐτοῖς τῆς περὶ Λεῦκτρα συμφορᾶς εὕροι τις ἂν αἴτιον γεγενημένον.