Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[233]
ἐπὶ δὲ τούτῳ Θεμιστοκλῆς ἡγεμὼν ἐν τῷ πολέμῳ τῷ Περσικῷ γενόμενος, συμβουλεύσας τοῖς προγόνοις ἡμῶν ἐκλιπεῖν τὴν πόλιν, (ὃ τίς ἂν οἷός τ᾽ ἐγένετο πεῖσαι μὴ πολὺ τῷ λόγῳ διενεγκών;) εἰς τοῦτ᾽ αὐτῶν τὰ πράγματα προήγαγεν ὥστ᾽ ὀλίγας ἡμέρας ἀνάστατοι γενόμενοι πολὺν χρόνον δεσπόται τῶν Ἑλλήνων κατέστησαν: