Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[288]
οὕτω δ᾽ ἐστὶ δυσμενὲς ἅπασι τὸ τῶν συκοφαντῶν γένος, ὥστε τοῖς μὲν λυομένοις εἴκοσι καὶ τριάκοντα μνῶν τὰς μελλούσας καὶ τὸν ἄλλον οἶκον συναναιρήσειν οὐχ ὅπως ἂν ἐπιπλήξειαν, ἀλλὰ καὶ συγχαίρουσι ταῖς ἀσωτίαις αὐτῶν, τοὺς δ᾽ εἰς τὴν αὑτῶν παιδείαν ὁτιοῦν ἀναλίσκοντας διαφθείρεσθαί φασιν. ὧν τίνες ἂν ἀδικώτερον ἔχοιεν τὴν αἰτίαν ταύτην;