previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἄγγελος

εὑρὼν ναπαίαις ἐν Κιθαιρῶνος πτυχαῖς.

Οἰδίπους

ὡδοιπόρεις δὲ πρὸς τί τούσδε τοὺς τόπους;

Ἄγγελος

ἐνταῦθ᾽ ὀρείοις ποιμνίοις ἐπεστάτουν.

Οἰδίπους

ποιμὴν γὰρ ἦσθα κἀπὶ θητείᾳ πλάνης;

Ἄγγελος

1030σοῦ τ᾽, τέκνον, σωτήρ γε τῷ τότ᾽ ἐν χρόνῳ.

Οἰδίπους

τί δ᾽ ἄλγος ἴσχοντ᾽ ἀγκάλαις με λαμβάνεις;

Ἄγγελος

ποδῶν ἂν ἄρθρα μαρτυρήσειεν τὰ σά:

Οἰδίπους

οἴμοι, τί τοῦτ᾽ ἀρχαῖον ἐννέπεις κακόν;

Ἄγγελος

λύω σ᾽ ἔχοντα διατόρους ποδοῖν ἀκμάς.

Οἰδίπους

1035δεινόν γ᾽ ὄνειδος σπαργάνων ἀνειλόμην.

Ἄγγελος

ὥστ᾽ ὠνομάσθης ἐκ τύχης ταύτης ὃς εἶ.

Οἰδίπους

πρὸς θεῶν, πρὸς μητρὸς πατρός; φράσον.

Ἄγγελος

οὐκ οἶδ᾽: δοὺς δὲ ταῦτ᾽ ἐμοῦ λῷον φρονεῖ.

Οἰδίπους

γὰρ παρ᾽ ἄλλου μ᾽ ἔλαβες οὐδ᾽ αὐτὸς τυχών;

Ἄγγελος

1040οὔκ, ἀλλὰ ποιμὴν ἄλλος ἐκδίδωσί μοι.

Οἰδίπους

τίς οὗτος; κάτοισθα δηλῶσαι λόγῳ;

Ἄγγελος

τῶν Λαΐου δήπου τις ὠνομάζετο.

Οἰδίπους

τοῦ τυράννου τῆσδε γῆς πάλαι ποτέ;

Ἄγγελος

μάλιστα: τούτου τἀνδρὸς οὗτος ἦν βοτήρ.

Οἰδίπους

1045 κἄστ᾽ ἔτι ζῶν οὗτος, ὥστ᾽ ἰδεῖν ἐμέ;

Ἄγγελος

ὑμεῖς γ᾽ ἄριστ᾽ εἰδεῖτ᾽ ἂν οὑπιχώριοι.

Οἰδίπους

ἔστιν τις ὑμῶν τῶν παρεστώτων πέλας,
ὅστις κάτοιδε τὸν βοτῆρ᾽ ὃν ἐννέπει,
εἴτ᾽ οὖν ἐπ᾽ ἀγρῶν εἴτε κἀνθάδ᾽ εἰσιδών;
1050σημήναθ᾽, ὡς καιρὸς ηὑρῆσθαι τάδε.

Χορός

οἶμαι μὲν οὐδέν᾽ ἄλλον τὸν ἐξ ἀγρῶν,
ὃν κἀμάτευες πρόσθεν εἰσιδεῖν: ἀτὰρ
ἥδ᾽ ἂν τάδ᾽ οὐχ ἥκιστ᾽ ἂν Ἰοκάστη λέγοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Friedrich Blass, Ausführliche Grammatik der Griechischen Sprache, A. Vokale.
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: