Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
πιθοῦ θελήσας φρονήσας τ᾽, ἄναξ, λίσσομαι. Οἰδίπους
650τί σοι θέλεις δῆτ᾽ εἰκάθω; Χορός
τὸν οὔτε πρὶν νήπιον νῦν τ᾽ ἐν ὅρκῳ μέγαν καταίδεσαι. Οἰδίπους
οἶσθ᾽ οὖν ἃ χρῄζεις; Χορός
οἶδα. Οἰδίπους
φράζε δὴ τί φής. Χορός
τὸν ἐναγῆ φίλον μήποτ᾽ ἐν αἰτίᾳ
σὺν ἀφανεῖ λόγῳ σ᾽ ἄτιμον βαλεῖν. Οἰδίπους
εὖ νυν ἐπίστω, ταῦθ᾽ ὅταν ζητῇς, ἐμοὶ
ζητῶν ὄλεθρον ἢ φυγὴν ἐκ τῆσδε γῆς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.