Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
γύναι, τί μέλλεις κομίζειν δόμων τόνδ᾽ ἔσω; Ἰοκάστη
680μαθοῦσά γ᾽ ἥτις ἡ τύχη. Χορός
δόκησις ἀγνὼς λόγων ἦλθε, δάπτει δὲ καὶ τὸ μὴ
'νδικον. Ἰοκάστη
ἀμφοῖν ἀπ᾽ αὐτοῖν; Χορός
ναίχι. Ἰοκάστη
καὶ τίς ἦν λόγος; Χορός
685ἅλις ἔμοιγ᾽, ἅλις, γᾶς προπονουμένας,
φαίνεται ἔνθ᾽ ἔληξεν αὐτοῦ μένειν. Οἰδίπους
ὁρᾷς ἵν᾽ ἥκεις, ἀγαθὸς ὢν γνώμην ἀνήρ,
τοὐμὸν παριεὶς καὶ καταμβλύνων κέαρ;
Χορός
690ὦναξ, εἶπον μὲν οὐχ ἅπαξ μόνον,
ἴσθι δὲ παραφρόνιμον, ἄπορον ἐπὶ φρόνιμα
πεφάνθαι μ᾽ ἄν, εἴ σ᾽ ἐνοσφιζόμαν,
ὅς τ᾽ ἐμὰν γᾶν φίλαν ἐν πόνοις
695ἀλύουσαν κατ᾽ ὀρθὸν οὔρισας,
τανῦν τ᾽ εὔπομπος, ἂν γένοιο. Ἰοκάστη
πρὸς θεῶν δίδαξον κἄμ᾽, ἄναξ, ὅτου ποτὲ
μῆνιν τοσήνδε πράγματος στήσας ἔχεις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.