previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χορός

θνητοῦ πέφυκας πατρός, Ἠλέκτρα, φρόνει,
θνητὸς δ᾽ Ὀρέστης. ὥστε μὴ λίαν στένε.
πᾶσιν γὰρ ἡμῖν τοῦτ᾽ ὀφείλεται παθεῖν.

Ὀρέστης

φεῦ φεῦ. τί λέξω; ποῖ λόγων ἀμηχανῶν
1175ἔλθω; κρατεῖν γὰρ οὐκέτι γλώσσης σθένω.

Ἠλέκτρα

τί δ᾽ ἔσχες ἄλγος; πρὸς τί τοῦτ᾽ εἰπὼν κυρεῖς;

Ὀρέστης

σὸν τὸ κλεινὸν εἶδος Ἠλέκτρας τόδε;

Ἠλέκτρα

τόδ᾽ ἔστ᾽ ἐκεῖνο, καὶ μάλ᾽ ἀθλίως ἔχον.

Ὀρέστης

οἴμοι ταλαίνης ἆρα τῆσδε συμφορᾶς.

Ἠλέκτρα

1180οὐ δή ποτ᾽, ξέν᾽, ἀμφ᾽ ἐμοὶ στένεις τάδε;

Ὀρέστης

σῶμ᾽ ἀτίμως κἀθέως ἐφθαρμένον.

Ἠλέκτρα

οὔτοι ποτ᾽ ἄλλην 'μὲ δυσφημεῖς, ξένε.

Ὀρέστης

φεῦ τῆς ἀνύμφου δυσμόρου τε σῆς τροφῆς,

Ἠλέκτρα

τί δή ποτ᾽, ξέν᾽, ὧδ᾽ ἐπισκοπῶν στένεις;

Ὀρέστης

1185ὡς οὐκ ἄρ᾽ ᾔδη τῶν ἐμῶν οὐδὲν κακῶν.

Ἠλέκτρα

ἐν τῷ διέγνως τοῦτο τῶν εἰρημένων;

Ὀρέστης

ὁρῶν σε πολλοῖς ἐμπρέπουσαν ἄλγεσιν.

Ἠλέκτρα

καὶ μὴν ὁρᾷς γε παῦρα τῶν ἐμῶν κακῶν.

Ὀρέστης

καὶ πῶς γένοιτ᾽ ἂν τῶνδ᾽ ἔτ᾽ ἐχθίω βλέπειν;

Ἠλέκτρα

1190ὁθούνεκ᾽ εἰμὶ τοῖς φονεῦσι σύντροφος

Ὀρέστης

τοῖς τοῦ; πόθεν τοῦτ᾽ ἐξεσήμηνας κακόν;

Ἠλέκτρα

τοῖς πατρός: εἶτα τοῖσδε δουλεύω βίᾳ.

Ὀρέστης

τίς γάρ σ᾽ ἀνάγκῃ τῇδε προτρέπει βροτῶν;

Ἠλέκτρα

μήτηρ καλεῖται, μητρὶ δ᾽ οὐδὲν ἐξισοῖ.

Ὀρέστης

1195τί δρῶσα; πότερα χερσὶν λύμῃ βίου;

Ἠλέκτρα

καὶ χερσὶ καὶ λύμαισι καὶ πᾶσιν κακοῖς.

Ὀρέστης

οὐδ᾽ οὑπαρήξων οὐδ᾽ κωλύσων πάρα;

Ἠλέκτρα

οὐ δῆθ᾽. ὃς ἦν γάρ μοι σὺ προὔθηκας σποδόν.

Ὀρέστης

δύσποτμ᾽, ὡς ὁρῶν σ᾽ ἐποικτίρω πάλαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1894)
hide References (3 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 1253
  • Cross-references to this page (1):
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Chapter II
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: