previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Αἴγισθος

Ζεῦ, δέδορκα φάσμ᾽ ἄνευ φθόνου μὲν οὐ
πεπτωκός: εἰ δ᾽ ἔπεστι νέμεσις, οὐ λέγω.
χαλᾶτε πᾶν κάλυμμ᾽ ἀπ᾽ ὀφθαλμῶν, ὅπως
τὸ συγγενές τοι κἀπ᾽ ἐμοῦ θρήνων τύχῃ.

Ὀρέστης

1470αὐτὸς σὺ βάσταζ᾽: οὐκ ἐμὸν τόδ᾽, ἀλλὰ σόν,
τὸ ταῦθ᾽ ὁρᾶν τε καὶ προσηγορεῖν φίλως.

Αἴγισθος

ἀλλ᾽ εὖ παραινεῖς κἀπιπείσομαι: σὺ δέ,
εἴ που κατ᾽ οἶκόν μοι Κλυταιμνήστρα, κάλει.

Ὀρέστης

αὕτη πέλας σοῦ: μηκέτ᾽ ἄλλοσε σκόπει.

Αἴγισθος
οἴμοι, τί λεύσσω;

Ὀρέστης
τίνα φοβεῖ; τίν᾽ ἀγνοεῖς;

Αἴγισθος

τίνων ποτ᾽ ἀνδρῶν ἐν μέσοις ἀρκυστάτοις πέπτωχ᾽ τλήμων;

Ὀρέστης
οὐ γὰρ αἰσθάνει πάλαι
ζῶντας θανοῦσιν οὕνεκ᾽ ἀνταυδᾷς ἴσα;

Αἴγισθος

1480οἴμοι, ξυνῆκα τοὔπος: οὐ γὰρ ἔσθ᾽ ὅπως
ὅδ᾽ οὐκ Ὀρέστης ἔσθ᾽ προσφωνῶν ἐμέ.

Ὀρέστης

καὶ μάντις ὢν ἄριστος ἐσφάλλου πάλαι.

Αἴγισθος

ὄλωλα δὴ δείλαιος. ἀλλά μοι πάρες κἂν σμικρὸν εἰπεῖν.

Ἠλέκτρα
μὴ πέρα λέγειν ἔα
πρὸς θεῶν, ἀδελφέ, μηδὲ μηκύνειν λόγους.
1485τί γὰρ βροτῶν ἂν σὺν κακοῖς μεμιγμένων
θνῄσκειν μέλλων οὐ χρόνου κέρδος φέροι;
ἀλλ᾽ ὡς τάχιστα κτεῖνε καὶ κτανὼν πρόθες
ταφεῦσιν, ὧν τόνδ᾽ εἰκός ἐστι τυγχάνειν,
ἄποπτον ἡμῶν: ὡς ἐμοὶ τόδ᾽ ἂν κακῶν
1490μόνον γένοιτο τῶν πάλαι λυτήριον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1894)
hide References (4 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 570
  • Cross-references to this page (2):
    • Herbert Weir Smyth, A Greek Grammar for Colleges, THE VERB: VOICES
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Chapter III
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: