This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[181]
ἀλλ᾽ ἔτι γὰρ τότ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, ἐκ λογισμοῦ τὰ δείν᾽ ἐφυλάττεσθ᾽ ὑμεῖς καὶ προεωρᾶσθε: νῦν δ᾽ ὅ τι ἂν μὴ καθ᾽ ἡμέραν ὑμᾶς ἐνοχλῇ καὶ παρὸν λυπῇ, παρορᾶτε, εἶτα τὴν ἄλλως ἐνταῦθα ψηφίζεσθε, ‘ἀποδοῦναι δὲ καὶ Κερσοβλέπτῃ Φίλιππον τοὺς ὅρκους,’ ‘μὴ μετέχειν δὲ τῶν ἐν Ἀμφικτύοσιν,’ ‘ἐπανορθώσασθαι δὲ τὴν εἰρήνην.’ καίτοι τούτων οὐδενὸς ἂν τῶν ψηφισμάτων ἔδει, εἰ πλεῖν οὗτος ἤθελεν καὶ τὰ προσήκοντα ποιεῖν: νῦν δ᾽ ἃ μὲν ἦν πλεύσασι σῶσαι, βαδίζειν κελεύων ἀπολώλεκεν, ἃ δ᾽ εἰποῦσι τἀληθῆ, ψευδόμενος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.