This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[278]
εἰ τοίνυν τι τούτοις ἄπρακτόν ἐστι τούτων ἐφ᾽ οἷς ἐκείνων θάνατος κατέγνωσται, ἔμ᾽ ἀποκτείνατ᾽ ἤδη. σκοπεῖτε γάρ. ‘ἐπειδὴ παρὰ τὰ γράμματα’ φησὶν ‘ἐπρέσβευσαν ἐκεῖνοι.’ καὶ τοῦτ᾽ ἔστι τῶν ἐγκλημάτων πρῶτον. οὗτοι δ᾽ οὐ παρὰ τὰ γράμματα; οὐ τὸ μὲν ψήφισμα ‘Ἀθηναίοις καὶ τοῖς Ἀθηναίων συμμάχοις,’ οὗτοι δὲ Φωκέας ἐκσπόνδους ἀπέφηναν; οὐ τὸ μὲν ψήφισμα ‘τοὺς ἄρχοντας ὁρκοῦν τοὺς ἐν ταῖς πόλεσιν,’ οὗτοι δ᾽, οὓς Φίλιππος αὐτοῖς προσέπεμψε, τούτους ὥρκισαν; οὐ τὸ μὲν ψήφισμα ‘οὐδαμοῦ μόνους ἐντυγχάνειν Φιλίππῳ,’ οὗτοι δ᾽ οὐδὲν ἐπαύσαντ᾽ ἰδίᾳ χρηματίζοντες;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.