This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[298]
ἀκούετ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν θεῶν οἷ᾽ ὑμῖν προλέγουσιν. εἰ μὲν τοίνυν πολεμούντων ὑμῶν ταῦτ᾽ ἀνῃρήκασι, τοὺς στρατηγοὺς λέγουσι φυλάττεσθαι: πολέμου γάρ εἰσιν ἡγεμόνες οἱ στρατηγοί: εἰ δὲ πεποιημένων εἰρήνην, τοὺς ἐπὶ τῆς πολιτείας ἐφεστηκότας: οὗτοι γὰρ ἡγοῦνται, τούτοις πείθεσθ᾽ ὑμεῖς, ὑπὸ τούτων δέος ἐστὶ μὴ παρακρουσθῆτε. ‘καὶ τὴν πόλιν συνέχειν φησὶν ἐν τῇ μαντείᾳ, ὅπως ἂν μίαν γνώμην ἔχωσιν ἅπαντες καὶ μὴ τοῖς ἐχθροῖς ἡδονὴν ποιῶσι.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.