This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[175]
ἀλλὰ τοῦτ᾽ αἴτιον οὑγὼ λέγω. δεῖ τοίνυν ὑμᾶς ταῦτα λογιζομένους, καὶ μεμνημένους ὧν ἂν ἕκαστος ἁμάρτῃ, κολάζειν, ὅταν λάβητέ τινα, καὶ μὴ τὸν χρόνον εἰ πολύς ἐστ᾽ ἀπ᾽ ἐκείνου σκοπεῖν, ἀλλ᾽ εἰ ταῦτ᾽ ἐποίουν. ὡς εἰ νῦν πράως οἴσετ᾽ ἐφ᾽ οἷς τότ᾽ ἠγανακτεῖτε, δόξετ᾽ ὀργιζόμενοι κατεγνωκέναι τὰ χρήματα τούτων, οὐκ ἀδικούμενοι. τῶν μὲν γὰρ ὀργιζομένων ἐστὶν ὀξέως τι κακὸν τὸν λελυπηκότ᾽ ἐργάσασθαι, τῶν δ᾽ ἀδικουμένων, ὅταν ποθ᾽ ὑφ᾽ αὑτοῖς λάβωσι τὸν ἠδικηκότα, τότε τιμωρήσασθαι. οὔκουν δεῖ δοκεῖν, νῦν μαλακισθέντας, τότε τῶν ὀμωμοσμένων ὅρκων ἀμελήσαντας ὑμῖν αὐτοῖς χαρίσασθαι παρὰ τὸ δίκαιον, ἀλλὰ μισεῖν καὶ μηδ᾽ ἀνέχεσθαι φωνὴν μήτε τούτου μήτ᾽ ἐκείνου, τοιαῦτα πεπολιτευμένων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.