This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
οἶδα μὲν οὖν ὅτι τὴν δίκην οὗτος εἴληχε ταύτην, οὐχὶ τῷ τὰ ψευδῆ τιν᾽ αὑτοῦ καταμεμαρτυρηκέναι ἐξελέγξειν πιστεύων, ἀλλ᾽ ἡγούμενος διὰ τὸ μέγεθος τοῦ τιμήματος τῆς δίκης, ἣν ὦφλεν, ἐμοὶ μὲν ἂν γενέσθαι τινὰ φθόνον, αὑτῷ δ᾽ ἔλεον. καὶ διὰ ταῦτα περὶ τῆς γεγενημένης δίκης νῦν ἀπολογεῖται, περὶ ἧς τότ᾽ οὐδὲν ἔσχε δίκαιον εἰπεῖν. ἐγὼ δ᾽, ὦ ἄνδρες δικασταί, εἰ μὲν ἐπεπράγμην τοῦτον τὴν δίκην ἢ μηδὲν ἤθελον μέτριον συγχωρεῖν, ἠδίκουν μὲν οὐδ᾽ ἂν οὕτως, τὰ παρ᾽ ὑμῖν γνωσθέντα πραττόμενος αὐτόν, ὅμως δ᾽ ἂν εἶχέν τις εἰπεῖν, ὡς λίαν ὠμῶς καὶ πικρῶς ὄντα συγγενῆ τοῦτον ἐκ τῆς οὐσίας ἁπάσης ἐκβέβληκα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.