This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[21]
ἀκούετ᾽, ἄνδρες Ἀθηναῖοι, ὅτι ἐγὼ μέν εἰμ᾽ ἐπὶ τοὐνόματος τούτου πάντα τὸν χρόνον, τουτονὶ δὲ Βοιωτὸν εἰς τοὺς φράτερας, ἡνίκ᾽ ἠναγκάσθη, ἐνέγραψεν ὁ πατήρ. ἡδέως τοίνυν ἐροίμην ἂν αὐτὸν ἐναντίον ὑμῶν: εἰ μὴ ἐτελεύτησεν ὁ πατήρ, τί ἄν ποτ᾽ ἐποίεις πρὸς τοῖς δημόταις; οὐκ ἂν εἴας σεαυτὸν ἐγγράφειν Βοιωτόν; ἀλλ᾽ ἄτοπον δίκην μὲν λαγχάνειν τούτου, κωλύειν δὲ πάλιν. καὶ μὴν εἴ γ᾽ εἴας αὐτόν, ἐνέγραψεν ἄν σ᾽ εἰς τοὺς δημότας, ὅπερ εἰς τοὺς φράτερας. οὐκοῦν δεινόν, ὦ γῆ καὶ θεοί, φάσκειν μὲν ἐκεῖνον αὑτοῦ πατέρ᾽ εἶναι, τολμᾶν δ᾽ ἄκυρα ποιεῖν ἁκεῖνος ἔπραξεν ζῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.