This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
καὶ γνῶναι τὸν ἑκάστου καιρόν, καὶ κρῖναι τί τῶν πραγμάτων ἐξ ὁμιλίας δυνατὸν προσαγαγέσθαι καὶ τί βίας προσδεῖται, τῶν ἐφεστηκότων [στρατηγῶν] ἔργον ἐστίν. διὸ καὶ χαλεπωτάτην τάξιν ἔχει τὸ συμβουλεύειν: τὰ γὰρ ὀρθῶς βουλευθέντα καὶ δοκιμασθέντα σὺν πολλῇ σπουδῇ καὶ πόνῳ πολλάκις τῷ τοὺς ἐπιστάντας ἄλλως χρήσασθαι διελυμάνθη.