Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[13]
ἀφθόνων δ᾽ ὄντων, ἀπορῶ τί πρῶτον ὀδύρωμαι τῶν παρόντων κακῶν. πότερον τὴν ἡλικίαν ἐν ᾗ φυγῆς ἐπικινδύνου πειρᾶσθαι παρ᾽ ἔθος καὶ παρὰ τὴν ἀξίαν ἀναγκάζομαι; ἢ τὴν αἰσχύνην ἐφ᾽ ᾗ κατ᾽ οὐδέν᾽ ἔλεγχον οὐδ᾽ ἀπόδειξιν ἁλοὺς ἀπόλωλα; ἢ τὰς ἐλπίδας ὧν διαμαρτών, ὧν ἑτέροις προσῆκε κεκληρονόμηκα κακῶν;