Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
ἐν οἷς ἐξεταζομένοις εἰ μὲν χρηστὰ καὶ δημοτικὰ καὶ ἐπ᾽ εὐνοίᾳ τὰ Λυκούργῳ πεπραγμένα φαίνεται, μηδενὸς κακοῦ ἀλλὰ καὶ πάντων τῶν ἀγαθῶν τοὺς παῖδας αὐτοῦ δίκαιόν ἐστιν τυγχάνειν παρ᾽ ὑμῶν: εἰ δὲ τἀναντία τούτων, ἐκεῖνον, ὅτ᾽ ἔζη, ἔδει δίκην διδόναι, τούτους δὲ μηδ᾽ οὕτως, ἐφ᾽ οἷς ἐκείνῳ τις ἐγκαλεῖ, τυγχάνειν ὀργῆς: πᾶσι γὰρ πάντων τῶν ἁμαρτημάτων ὅρος ἐστὶ τελευτή.