This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[15]
ἐπεὶ τί τῶν δικαίων οὐκ εἶπον ἐγὼ τῶν σεσῳκότων τοὺς ὕστερον κρινομένους; ἢ τίν᾽ ἔλεγχον εἶπεν ἡ βουλὴ κατ᾽ ἐμοῦ; ἢ τίνα νῦν ἂν εἰπεῖν ἔχοι; οὐ γὰρ ἔστιν οὐδείς: τὰ γὰρ μὴ γενόμεν᾽ οὐκ ἔστι ποιῆσαι γεγενῆσθαι. ἀλλὰ περὶ μὲν τούτων παύομαι, πόλλ᾽ <ἂν> γράφειν ἔχων: τὸ γὰρ μηδὲν ἐμαυτῷ συνειδέναι πεῖράν μοι δέδωκεν εἰς μὲν ὠφέλειαν ἀσθενὲς ὄν, εἰς δὲ τὸ μᾶλλον λυπεῖσθαι πάντων ὀδυνηρότατον.