This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[40]
τὸ ἐπίστασθαι αἰσχύνεσθαι, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τὸ ἀναξίως τῶν ὑπὲρ ὑμῶν πεπολιτευμένων πράττειν, καὶ τὸ τὰ ὄντ᾽ ἀπολωλεκέναι διὰ τούτους <οἷς>, ἵνα μὴ διπλᾶ καταθῶνται ἃ οὐκ ἠδύνανθ᾽ ἁπλᾶ, ἐπείσθην ὑπογράψασθαι <πρὸς> τὴν ἀρχὴν τὰς καταβολάς: παρ᾽ ὧν μετὰ μὲν τῆς ὑμετέρας εὐνοίας ἀφικόμενος μέρος, εἰ καὶ μὴ πάντα, ἴσως ἂν κομισαίμην, ὥστε μηδὲν ἀσχημονεῖν τὸ λοιπὸν τοῦ βίου, ἂν δ᾽ ὡς οἱ ταῦτα λέγοντες ἀξιοῦσί μ᾽ ἔλθω, ἅμ᾽ ἀδοξίᾳ καὶ ἀπορίᾳ καὶ φόβῳ συνέξομαι.