This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πολλὴ μὲν ἡ μεταβολή μοι γέγονεν, ὦ ἄνδρες, τελευτήσαντος Κλεωνύμου. ἐκεῖνος γὰρ ζῶν μὲν ἡμῖν κατέλιπε τὴν οὐσίαν, ἀποθανὼν δὲ κινδυνεύειν περὶ αὐτῆς πεποίηκε. καὶ τότε μὲν οὕτως ὑπ᾽ αὐτοῦ σωφρόνως ἐπαιδευόμεθα, ὥστ᾽ οὐδ᾽ ἀκροασόμενοι οὐδέποτ᾽ ἤλθομεν ἐπὶ δικαστήριον, νῦν δὲ ἀγωνιούμενοι περὶ πάντων ἥκομεν τῶν ὑπαρχόντων: οὐ γὰρ τῶν Κλεωνύμου μόνον ἀμφισβητοῦσιν ἀλλὰ καὶ τῶν πατρῴων, ὀφείλειν ἐπὶ τούτοις <ἡμᾶς>1 ἐκείνῳ φάσκοντες ἀργύριον.