This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[16]
χωρὶς δὲ τούτων, ὦ ἄνδρες δικασταί, ἔτι μείζω τεκμήρια παρέξομαι ὡς οὐδὲν ἀληθὲς λέγουσιν οὗτοι. ἐπιδείξω γὰρ ὑμῖν ἔχθιστον ἁπάντων ὄντα Ἀστύφιλον Κλέωνι, καὶ οὕτω σφόδρα καὶ δικαίως μισοῦντα τοῦτον, ὥστε πολὺ ἂν1 θᾶττον διαθέμενον μηδένα ποτὲ τῶν ἑαυτοῦ οἰκείων διαλεχθῆναι Κλέωνι, μᾶλλον ἢ τὸν τούτου ὑὸν ποιησάμενον.2