This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[30]
εἰς τοίνυν τὰ ἱερὰ ὁ πατὴρ ὁ ἐμὸς τὸν Ἀστύφιλον <ὄντα>1 παῖδα ἦγε μεθ᾽ ἑαυτοῦ ὥσπερ καὶ ἐμὲ πανταχῇ καὶ εἰς τοὺς θιάσους τοὺς Ἡρακλέους ἐκεῖνον [αὐτὸν] εἰσήγαγεν, ἵνα μετέχοι τῆς κοινωνίας. αὐτοὶ ὑμῖν οἱ θιασῶται μαρτυρήσουσιν.“Μάρτυρες2”ἐγὼ δέ, ὦ ἄνδρες, ὡς διεκείμην πρὸς τὸν ἀδελφόν, σκέψασθε. πρῶτον μὲν γὰρ συνετράφην ἐκείνῳ ἐκ παιδίου, ἔπειτα οὐδέποτε διάφορος ἐγενόμην, ἀλλ᾽ ἠσπάζετό με, ὡς ἴσασιν οἱ οἰκεῖοι πάντες οἱ ἡμέτεροι καὶ οἱ φίλοι: οὓς βούλομαι ὑμῖν μάρτυρας ἀναβιβάσαι.“Μάρτυρες”