Πραξάγορα
Ὦ λαμπρὸν ὄμμα τοῦ τροχηλάτου λύχνου
κάλλιστ᾽ ἐν εὐστόχοισιν ἐζητημένον:
γονάς τε γὰρ σὰς καὶ τύχας δηλώσομεν:
τροχῷ γὰρ ἐλαθεὶς κεραμικῆς ῥύμης ὕπο
5μυκτῆρσι λαμπρὰς ἡλίου τιμὰς ἔχεις:
ὅρμα φλογὸς σημεῖα τὰ ξυγκείμενα.
σοὶ γὰρ μόνῳ δηλοῦμεν εἰκότως, ἐπεὶ
κἀν τοῖσι δωματίοισιν Ἀφροδίτης τρόπων
πειρωμέναισι πλησίον παραστατεῖς,
10λορδουμένων τε σωμάτων ἐπιστάτην
ὀφθαλμὸν οὐδεὶς τὸν σὸν ἐξείργει δόμων.
μόνος δὲ μηρῶν εἰς ἀπορρήτους μυχοὺς
λάμπεις ἀφεύων τὴν ἐπανθοῦσαν τρίχα:
στοάς τε καρποῦ Βακχίου τε νάματος
15πλήρεις ὑποιγνύσαισι συμπαραστατεῖς:
καὶ ταῦτα συνδρῶν οὐ λαλεῖς τοῖς πλησίον.
ἀνθ᾽ ὧν συνείσει καὶ τὰ νῦν βουλεύματα
ὅσα Σκίροις ἔδοξε ταῖς ἐμαῖς φίλαις.
ἀλλ᾽ οὐδεμία πάρεστιν ἃς ἥκειν ἐχρῆν.
20καίτοι πρὸς ὄρθρον γ᾽ ἐστίν: ἡ δ᾽ ἐκκλησία
αὐτίκα μάλ᾽ ἔσται: καταλαβεῖν δ᾽ ἡμᾶς ἕδρας,
ἃς Φυρόμαχός ποτ᾽ εἶπεν, εἰ μέμνησθ᾽ ἔτι,
δεῖ τὰς ἑτέρας πως κἀγκαθεζομένας λαθεῖν.
τί δῆτ᾽ ἂν εἴη; πότερον οὐκ ἐρραμμένους
25ἔχουσι τοὺς πώγωνας, οὓς εἴρητ᾽ ἔχειν;
ἢ θαἰμάτια τἀνδρεῖα κλεψάσαις λαθεῖν
ἦν χαλεπὸν αὐταῖς; ἀλλ᾽ ὁρῶ τονδὶ λύχνον
προσιόντα. φέρε νυν ἐπαναχωρήσω πάλιν,
μὴ καί τις ὢν ἀνὴρ ὁ προσιὼν τυγχάνῃ.
Γυνὴ Α
30ὥρα βαδίζειν, ὡς ὁ κῆρυξ ἀρτίως
ἡμῶν προσιουσῶν δεύτερον κεκόκκυκεν.
Πραξάγορα
ἐγὼ δέ γ᾽ ὑμᾶς προσδοκῶσ᾽ ἠγρηγόρη
τὴν νύκτα πᾶσαν. ἀλλὰ φέρε τὴν γείτονα
τήνδ᾽ ἐκκαλέσωμαι θρυγονῶσα τὴν θύραν.
35δεῖ γὰρ τὸν ἄνδρ᾽ αὐτῆς λαθεῖν.
Γυνὴ Β
ἤκουσά τοι
ὑποδουμένη τὸ κνῦμά σου τῶν δακτύλων,
ἅτ᾽ οὐ καταδαρθοῦσ᾽. ὁ γὰρ ἀνὴρ ὦ φιλτάτη,
Σαλαμίνιος γάρ ἐστιν ᾧ ξύνειμ᾽ ἐγώ,
τὴν νύχθ᾽ ὅλην ἤλαυνέ μ᾽ ἐν τοῖς στρώμασιν,
40ὥστ᾽ ἄρτι τουτὶ θοἰμάτιον αὐτοῦ 'λαβον.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.