This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πότερα γὰρ ἂν προσδοκᾷς αὐτοὺς εὔξασθαι μυρίους ὁπλίτας ὁμοίους. Φίλωνι γενέσθαι, καὶ τὰ σώματα οὕτω διακειμένους καὶ τὴν Ψυχὴν οὕτω σώφρονας, ἢ τρισμυρίους κιναίδους οἵους περ σύ; καὶ τὴν Ἐπικράτους εὐαγωγίαν, τοῦ Φίλωνος ἀδελφοῦ, ἐπανάγεις εἰς ὀνείδη. καὶ τίς αὐτὸν εἶδε πώποτε ἀσχημονήσαντα, ἢ μεθ᾽ ἡμέραν, ὡς σὺ φῄς, ἐν τῇ πομπῇ τῶν Διονυσίων, ἢ νύκτωρ; οὐ γὰρ ἂν τοῦτό γ᾽ εἴποις, ὡς ἔλαθεν: οὐ γὰρ ἠγνοεῖτο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.