previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

11. δὲ βασιλεὺς καθ᾽ ἕνα τῶν δικαστῶν προσκαλούμενος ἐπηρώτησε, τίσι δικαίοις προσσχὼν ἕκαστος ἀπέλυσε τὸν κατηγορούμενον. μὲν οὖν πρῶτος ἔφησε, θεωρῶν τὰ μὲν ἐγκλήματα ἀμφισβητούμενα, τὰς δ᾽ εὐεργεσίας ὁμολογουμένας οὔσας: δὲ δεύτερος ἔφησε, καὶ τιθεμένων ἀληθινῶν τῶν ἐγκλημάτων, ὅμως τὰς εὐεργεσίας μείζους εἶναι τῆς ἁμαρτίας: δὲ τρίτος εἶπεν ὅτι τὰς μὲν εὐεργεσίας οὐ τίθεται πρὸς λόγον διὰ τὸ τὰς περὶ αὐτῶν χάριτας καὶ τιμὰς πολλαπλασίας ἀπειληφέναι παρὰ τοῦ βασιλέως τὸν Τιρίβαζον, αὐτῶν δὲ τῶν ἐγκλημάτων κατ᾽ ἰδίαν θεωρουμένων μὴ φαίνεσθαι τούτοις ἔνοχον εἶναι τὸν κατηγορούμενον. [2] δὲ βασιλεὺς τοὺς μὲν δικαστὰς ἐπῄνεσεν, ὡς δικαίως κεκρικότας, τὸν δὲ Τιρίβαζον ταῖς νομιζομέναις μεγίσταις τιμαῖς ἐκόσμησεν. τοῦ δὲ Ὀρόντου καταγνοὺς ὡς ψευδῆ κατηγορίαν πεπλακότος ἔκ τε τῶν φίλων ἐξέκρινε καὶ ταῖς ἐσχάταις ἀτιμίαις περιέβαλεν. καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: